εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;