ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνονεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;