οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶςδίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρτρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντιἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντεςδινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴγλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνονεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.