Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
  • καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
  • ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  • οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  • ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  • δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  • τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι