καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρουςθάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλενἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροιἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶςδίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρτρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντιἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντεςδινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴγλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνονεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶςκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,