Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
  • αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
  • καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
  • Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
  • ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
  • Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
  • μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  • Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
  • τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
  • ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
  • κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
  • ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
  • ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
  • καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
  • ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
  • θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
  • ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
  • ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
  • καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
  • ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  • οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  • ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  • δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  • τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
  • ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
  • ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
  • δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
  • πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
  • γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
  • ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
  • εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
  • φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
  • ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
  • σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  • ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  • ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  • τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  • αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  • ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
  • οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
  • ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
  • τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  • νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  • ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  • ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
  • τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
  • ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
  • οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
  • εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
  • νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
  • ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
  • ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
  • ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
  • Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
  • χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
  • αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
  • εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
  • οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
  • αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
  • εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
  • εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
  • ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
  • ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  • ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
  • καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
  • τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
  • τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
  • σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
  • τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
  • τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
  • ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
  • τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
  • κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
  • νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
  • ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
  • θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
  • οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
  • τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
  • ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
  • ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
  • ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
  • λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
  • τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
  • κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
  • ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
  • ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
  • μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
  • πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
  • ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
  • ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
  • σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
  • Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
  • εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
  • εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
  • τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
  • θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
  • λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
  • ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
  • ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
  • πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
  • καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
  • πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
  • ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
  • οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
  • ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
  • κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
  • πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
  • καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
  • Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
  • ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
  • καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,