κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθειἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσαςοἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτοἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶςἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲαὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουραοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.