ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθειἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσαςοἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτοἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶςἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲαὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουραοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοιἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσιμήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτακεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνοςᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνοςψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρουςθάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλενἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροιἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶςδίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρτρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι