τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει