Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
  • τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
  • ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
  • αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  • πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
  • ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
  • αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,