τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείραςτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·