Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκονγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέαςἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλαἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων