Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίηαὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντεςὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·