Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
  • πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
  • ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
  • αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
  • ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,