ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθωνπρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃκόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺνἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸνἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάωνχερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειταἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλαΚύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίηαὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντεςὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείραςτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.