Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
  • παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
  • οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
  • ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
  • λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
  • τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·