οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνταιψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶπαντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθαἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺςπολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦναἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλωςδοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.