ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθοςὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαιἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος