πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖταιπρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γεἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισινΑἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκονγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.