ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασταιἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιντυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτακαρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρναςσηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶτυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδονἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθοςὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·