θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδονεὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασταιἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιντυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα