Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειταοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσαςἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸνἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτραχεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδειθεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδονεὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται