Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦτοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναιἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαισίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσωνοἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόενταεἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς