Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  • αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
  • αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
  • βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
  • ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
  • ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,