Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  • βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  • νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  • ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·