Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  • τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  • κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  • νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  • εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  • ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.