ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηναἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστοςπαίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασινἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕληνἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάνταἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεννῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκασταἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθαςὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶεἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέωνθυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεννύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνηοὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσονεἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·