Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
  36. γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
  37. εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
  38. ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
  39. Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  40. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
  41. ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
  42. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  43. ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
  44. ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  45. ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
  46. ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
  47. τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
  48. οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
  49. ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  50. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  51. ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  52. ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  53. ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  54. στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  55. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  56. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  57. τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
  58. ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
  59. καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
  61. ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
  62. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  63. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  64. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  65. πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  66. οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  67. νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  68. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  69. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  70. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  71. τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  72. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  73. αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  74. ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  75. κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  76. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  77. ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  78. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  79. καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  80. ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  81. καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  82. ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  83. πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
  84. γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  85. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  86. αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  87. αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  88. δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  89. οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  90. ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  91. οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
  92. οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
  93. ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
  94. τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  95. οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
  96. ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
  97. λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
  98. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
  99. νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
  100. αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  101. σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
  102. μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
  103. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  104. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  105. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  106. Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  107. ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  108. οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  109. ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  110. πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  111. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  112. τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  113. ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  114. ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  115. παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  116. νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  117. γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  118. ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  119. ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  120. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  121. ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  122. οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  123. ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  124. ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  125. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  126. οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  127. νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  128. ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  129. ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  130. οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  131. οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  132. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  133. ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  134. ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  135. εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  136. ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  137. οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  138. ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  139. θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  140. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  141. κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  142. ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  143. νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  144. ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  145. οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  146. ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,