Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  2. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  3. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  4. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  5. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  6. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  7. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  8. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  9. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι