Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  2. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  3. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  4. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  5. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  6. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  7. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  8. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.