Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  2. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  3. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  4. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  5. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  6. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  7. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν