Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  2. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  3. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  4. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  5. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  6. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  7. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  8. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  9. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  10. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  11. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  12. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  13. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  14. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  15. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  16. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  17. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  18. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  19. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  20. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  21. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  22. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  23. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  24. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  25. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  26. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  27. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  28. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  29. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  30. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  31. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  32. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  33. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  34. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  35. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  36. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  37. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  38. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  39. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  40. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  41. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  42. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  43. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  44. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον