Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  2. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  3. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  4. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  5. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  6. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  7. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  8. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  9. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  10. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  11. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  12. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  13. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  14. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  15. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  16. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  17. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν