Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  2. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  3. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  4. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  5. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  6. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  7. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  8. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  9. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  10. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  11. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  12. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  13. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  14. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  15. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  16. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  17. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  18. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  19. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  20. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  21. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  22. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  23. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  24. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  25. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  26. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  27. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  28. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  29. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  30. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  31. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  32. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  33. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  34. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  35. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  36. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  37. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  38. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  39. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  40. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  41. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  42. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  43. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  44. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  45. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  46. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  47. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  48. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  49. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  50. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  51. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  52. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  53. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  54. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  55. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  56. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  57. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  58. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  59. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  60. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  61. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  62. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  63. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  64. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  65. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  66. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  67. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  68. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  69. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  70. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  71. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  72. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  73. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  74. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  75. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  76. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  77. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  78. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  79. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  80. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  81. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  82. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  83. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  84. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,