Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
- οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
- νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
- ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
- ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
- χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
- ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
- Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
- χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
- Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
- κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
- αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
- ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
- δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
- καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
- αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
- Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
- ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
- ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
- φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
- νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
- πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
- οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
- πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
- κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
- Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
- κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
- Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
- βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
- μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
- ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
- Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
- Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
- Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
- ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
- Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
- πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
- ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
- Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
- οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
- τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
- καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
- τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
- ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
- τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
- οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
- τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
- ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
- δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
- πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
- αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
- τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
- δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
- οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
- μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
- αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
- δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
- οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
- ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
- Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
- αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
- στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
- δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
- εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
- οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
- ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
- ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
- σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
- νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
- κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
- ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
- νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
- ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
- οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
- ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
- ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
- ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
- φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
- κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
- οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
- ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
- ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
- ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
- τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
- αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
- ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
- ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
- ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
- ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
- οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
- ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
- εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
- ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
- ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
- νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
- ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
- ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
- θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
- ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον