Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  2. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  3. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  4. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  5. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  6. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  7. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  8. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  9. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  10. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  11. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  12. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  13. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  14. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  15. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  16. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  17. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  18. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  19. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  20. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  21. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  22. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  23. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  24. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  25. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  26. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  27. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  28. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν