Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  • ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  • κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  • ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  • ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  • γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
    1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
    3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
    4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
    5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
    6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
    7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
    8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
    9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
    10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
    11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
    12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
    13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
    14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
    15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
    16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
    17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
    18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
    19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
    20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
    21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
    22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
    23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
    24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
    25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
    26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
    27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
    28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
    29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
    30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
    31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
    32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
    33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
    34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
    35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
    36. γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
    37. εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
    38. ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
    39. Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
    40. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
    41. ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
    42. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
    43. ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
    44. ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
    45. ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
    46. ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
    47. τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
    48. οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
    49. ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
    50. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
    51. ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
    52. ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
    53. ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
    54. στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
    55. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
    56. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
    57. τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
    58. ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
    59. καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
    60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
    61. ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
    62. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
    63. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
    64. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
    65. πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
    66. οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
    67. νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
    68. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
    69. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
    70. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
    71. τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
    72. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
    73. αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
    74. ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
    75. κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
    76. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
    77. ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
    78. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.