εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷἈργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρονἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστακήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείωνγίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ