οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺςἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσινἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφινοὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσαΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειενἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώραςἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷἈργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρονἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστακήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείωνγίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·