οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺςἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσινἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφινοὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσαΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειενἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώραςἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,