Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  2. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  3. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  4. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  5. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  6. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  7. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  8. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  9. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  10. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  11. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  12. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  13. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  14. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  15. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  16. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  17. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  18. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  19. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  20. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  21. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  22. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  23. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  24. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  25. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  26. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  27. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  28. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  29. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  30. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  31. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  32. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  33. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  34. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  35. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  36. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  37. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,