ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισινὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τεἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺςἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσινἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφινοὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσαΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.