ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκταιἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισινὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τεἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺςἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσινἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφινοὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσαΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειενἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώραςἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷἈργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρονἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστακήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείωνγίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
- τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
- οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
- δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
- ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
- σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
- οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
- τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
- σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
- εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
- τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
- κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
- νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
- εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
- ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
- εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
- ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
- ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
- Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
- πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
- Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.