Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
- τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
- οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
- δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
- ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
- σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
- οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
- τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
- σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
- εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
- τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
- κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
- νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
- εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
- ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
- εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
- ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
- ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
- Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
- πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
- Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
- αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
- πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
- ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
- ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
- ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
- ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
- Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
- ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
- ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
- γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
- γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
- εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
- ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
- Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
- Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
- ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
- δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
- ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
- ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
- ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
- ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
- τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
- οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
- ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
- ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
- ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
- ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
- ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
- στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
- βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
- ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
- τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
- ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
- καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
- ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
- ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
- ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
- ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
- οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
- πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
- οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
- νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
- λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
- γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
- αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
- τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
- καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
- αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
- ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
- κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
- ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
- ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
- ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
- καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
- ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
- καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
- ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
- πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
- γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
- ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
- αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
- αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
- δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
- οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
- ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
- οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
- οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
- ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
- τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
- οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
- ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
- λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
- τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
- νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
- αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
- σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
- μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
- Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
- ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
- οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
- ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
- πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
- οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
- τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
- ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
- ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
- παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
- νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
- γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
- ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
- ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
- οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
- ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
- οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
- ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
- ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
- οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
- οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
- νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
- ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
- ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
- οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
- οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
- ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
- ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
- ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
- εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
- ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
- οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
- ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
- θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
- αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
- κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
- ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
- νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
- ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
- οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
- ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
- οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
- εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
- κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
- ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
- ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
- ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
- αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
- αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
- εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
- βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
- νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
- ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
- οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
- ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
- ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
- Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
- καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
- δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
- ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
- αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
- ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
- ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
- ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
- ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
- ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
- μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
- ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
- μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
- ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
- οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
- πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
- καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
- ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
- ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
- δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
- αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
- αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
- βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
- ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
- ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
- οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
- ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
- Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
- χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
- δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
- οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
- ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
- ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
- ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
- τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
- ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
- χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
- θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
- τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
- κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
- ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
- ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
- καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
- εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
- ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
- ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
- ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
- ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
- χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
- γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
- ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
- τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
- καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
- σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
- ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
- ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
- οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
- ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
- τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
- ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
- ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
- ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
- ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
- αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
- πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
- ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
- αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
- ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
- ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
- τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
- ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
- πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
- αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
- πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
- ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
- πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
- αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
- καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
- ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
- ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
- οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
- ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
- δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
- ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
- ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
- παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
- οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
- ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
- λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
- τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
- τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
- πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
- ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
- δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
- ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
- Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
- ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
- νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
- ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
- οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
- οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
- οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
- οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
- ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
- ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
- ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,
- ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
- νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
- πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
- ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
- αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
- ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
- ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
- σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
- κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
- τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
- ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
- ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
- ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
- σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
- αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
- ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
- κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
- τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
- ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
- οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
- χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
- αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
- οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
- χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
- ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
- πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
- αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
- σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
- δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
- ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
- ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
- πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
- Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
- εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
- ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
- Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
- χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
- αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
- ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
- φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
- τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
- τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
- καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
- οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
- ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
- καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
- ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
- αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
- ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
- τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
- οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
- τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
- ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
- αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
- πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
- ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
- αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
- ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
- πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
- αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
- σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
- καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
- κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
- Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
- ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
- ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
- οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
- σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
- ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
- ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
- ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
- δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
- αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
- καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
- οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
- ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
- ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
- τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
- αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
- καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
- Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
- ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
- Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
- μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
- Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
- τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
- ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
- κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
- ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
- ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
- καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
- ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
- θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
- ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
- ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
- καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
- ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
- οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
- ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
- δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
- τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
- ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
- ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
- δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
- πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
- γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
- ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
- εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
- φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
- ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
- σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
- ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
- ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
- τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
- αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
- ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
- οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
- ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
- τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
- νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
- ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
- ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
- τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
- ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
- οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
- εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
- νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
- ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
- ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
- ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
- Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
- χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
- αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
- εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
- οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
- αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
- εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
- εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
- ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
- ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
- ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
- καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
- τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
- τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
- σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
- τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
- τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
- ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
- τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
- κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
- νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
- ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
- θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
- οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
- τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
- ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
- ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
- ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
- λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
- τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
- κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
- ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
- ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
- μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
- πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
- ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
- ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
- σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
- Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
- εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
- εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
- τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
- θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
- λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
- ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
- ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
- πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
- καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
- πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
- ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
- οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
- ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
- κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
- πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
- καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
- Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
- ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
- καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
- σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
- ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
- ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
- ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
- κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
- τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
- ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
- τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
- πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
- αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
- ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
- ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
- κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
- ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
- καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
- μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
- σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
- ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
- αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
- εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
- σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
- μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
- ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
- ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
- Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
- ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
- φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
- υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
- ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
- ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
- ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
- Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
- καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
- ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
- χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
- ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
- ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
- νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
- ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
- ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
- πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
- τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
- αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
- οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
- εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
- ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
- ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
- εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
- κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
- εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
- δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
- υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
- ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
- ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
- νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
- αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
- ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
- κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
- τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
- ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
- τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
- ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
- νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
- ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
- νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
- ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
- δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
- ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
- μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
- Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
- ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
- ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
- νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
- δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
- ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
- νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
- ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
- ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
- βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
- ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
- ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
- Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
- ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
- ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
- τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
- ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
- ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
- ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
- ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
- οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
- οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
- ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
- νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
- εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
- ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
- ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
- ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
- βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
- ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
- πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
- τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
- πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
- ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
- ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
- Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
- παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
- τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
- ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
- ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
- ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
- νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
- παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
- πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
- ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
- οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
- θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
- δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
- μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
- δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
- ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
- αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
- ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
- αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
- πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
- οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
- σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
- ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
- τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
- ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
- ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
- Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
- ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
- ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
- ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
- νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
- πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
- Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
- οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
- νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
- ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
- μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
- νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
- ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
- σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
- ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
- ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
- τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
- νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
- ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
- εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
- ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
- Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
- τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
- τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
- ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
- αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
- ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
- χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
- ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
- ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
- αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
- ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
- κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
- καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
- νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
- τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
- λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
- χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
- ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
- αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
- ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
- Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
- βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
- Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
- τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
- καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
- εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
- νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
- ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
- νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
- ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
- μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
- ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
- αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
- κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
- ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
- εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
- ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
- οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
- οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
- σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
- ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
- φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
- καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
- ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
- ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
- οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
- ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
- ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
- γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
- ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
- ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
- ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
- εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
- ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
- ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
- αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
- ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
- ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
- Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
- αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
- ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
- καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
- ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
- μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
- Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
- πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
- ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
- νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
- εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
- ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
- οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
- γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
- ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
- Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
- ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
- εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
- ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
- εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
- ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
- ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
- καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
- σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
- φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
- σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
- Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
- δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
- πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
- ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
- δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
- ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
- ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
- αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
- πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
- φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
- ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
- σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
- οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
- οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
- οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
- τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
- ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
- σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
- μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
- τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
- τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
- ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
- ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
- ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
- ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
- ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
- ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
- οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
- ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
- οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
- ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
- δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
- ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
- ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
- ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
- νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
- ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
- ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
- αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
- αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
- ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
- σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
- οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
- αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
- ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
- ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
- ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
- φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
- ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
- ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
- καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
- τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
- ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
- πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
- κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
- λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
- αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
- ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
- τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
- ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
- νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
- αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
- ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
- ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
- τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
- ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
- ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
- τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
- Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
- τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
- ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
- καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
- οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
- πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
- ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
- τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
- ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
- γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
- καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
- τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
- μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
- ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
- γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
- γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
- ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
- Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
- ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
- ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
- ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
- πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
- καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
- γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
- ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
- ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
- ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
- Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
- τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
- τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
- τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
- ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
- ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
- ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
- δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
- ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
- ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
- καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
- θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
- καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
- ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
- Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
- τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
- οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
- ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
- τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
- τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
- εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
- καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
- Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
- οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
- καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
- ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
- εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
- οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
- φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
- Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
- Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
- καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
- ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
- ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
- ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
- Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
- κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
- ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
- ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
- Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
- Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
- ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
- πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
- πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
- εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
- ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
- κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
- τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
- Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
- εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
- ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
- τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
- οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
- κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
- ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
- ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
- μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
- Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
- ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
- ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
- ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
- δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
- πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
- καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
- πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
- καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
- πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
- ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
- βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
- ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
- σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
- μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
- πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
- Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
- νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
- εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
- καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
- τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
- εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
- τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
- κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
- οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
- ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
- αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
- ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
- ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
- οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
- ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
- κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
- πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
- ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
- οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
- τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
- ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
- ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
- ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
- βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
- ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
- ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
- οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
- ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
- ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
- δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
- ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
- νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
- οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
- ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
- ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
- μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
- ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
- ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
- κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
- οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
- Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
- ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
- βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
- νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
- χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
- ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
- ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
- οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
- κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
- ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
- οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
- οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
- ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
- ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
- σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
- μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
- ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
- ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
- λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
- ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
- ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
- νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
- ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
- καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
- ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
- ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
- νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
- ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
- ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
- οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
- ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
- νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
- ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
- ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
- καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
- Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
- ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
- πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
- ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
- ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
- εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
- οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
- γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
- οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
- πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
- Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
- ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
- βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
- ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
- ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
- ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
- ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
- εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
- ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
- ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
- οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
- οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
- τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
- πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
- εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
- τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
- οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
- αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
- πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
- αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
- ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
- ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
- αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
- Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
- αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
- οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
- ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
- πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
- πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
- ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
- ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
- κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
- αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
- Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
- ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
- ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
- δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
- κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
- οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
- δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
- ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
- καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
- ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
- μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
- ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
- οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
- γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
- ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
- φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
- γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
- αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
- ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
- οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
- νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
- τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
- τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
- παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
- ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
- τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
- Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
- τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
- Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
- οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
- οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
- τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
- ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
- ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
- αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
- ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
- ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
- ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
- ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
- ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
- ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
- ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
- τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
- ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
- χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
- ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
- ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
- τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
- θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
- τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
- χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
- καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
- κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
- γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
- δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
- Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
- Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
- καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
- ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
- στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
- ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
- τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
- γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
- δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
- ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
- συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
- τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
- τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
- καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
- λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
- ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
- λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
- ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
- αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
- αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
- ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
- τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
- εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
- τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
- παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
- ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
- πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
- γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
- δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
- σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
- χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
- ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
- ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
- μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
- ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
- ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
- καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
- ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
- Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
- εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
- δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
- καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
- φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
- τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
- Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
- ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
- αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
- ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
- καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
- Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
- ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
- ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
- μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
- ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
- αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
- τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
- πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.