Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  2. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  3. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  4. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  5. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  6. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  7. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  8. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  9. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  10. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  11. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  12. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,