Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
- οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
- ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
- ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
- ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
- ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
- ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
- εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
- πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
- ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
- ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
- τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
- ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
- εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
- ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
- οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
- οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
- ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
- εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
- ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
- οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
- οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
- ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
- καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
- ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
- ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
- οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
- ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
- Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
- ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
- φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
- ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
- ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
- ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
- ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
- ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
- ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
- εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
- Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
- τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
- ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
- ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
- ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
- κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
- ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
- ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
- γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
- τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
- οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
- δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
- ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
- σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
- οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
- τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
- σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
- εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
- τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
- κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
- νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
- εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
- ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
- εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν