Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  2. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  3. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  4. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  5. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  6. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  7. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  8. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  9. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,