Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
- ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
- ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
- ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
- ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
- ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
- κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
- εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
- τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
- ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
- οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
- ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
- ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
- ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
- ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
- ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
- εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
- πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
- ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
- ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
- τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
- ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
- εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
- ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
- οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
- οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
- ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
- εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
- ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
- οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
- οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
- ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
- καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
- ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
- ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
- οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
- ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
- Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
- ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
- φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
- ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
- ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
- ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
- ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
- ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
- ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
- εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
- Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
- τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
- ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
- ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
- ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
- κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
- ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
- ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
- γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
- τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
- οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
- δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
- ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
- σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
- οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
- τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
- σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
- εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
- τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
- κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
- νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
- εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
- ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
- εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
- ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
- ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
- Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
- πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
- Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
- αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
- πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
- ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
- ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
- ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
- ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
- Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
- ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
- ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
- γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
- γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
- εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
- ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
- Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
- Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
- ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
- δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
- ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
- ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
- ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
- ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
- τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
- οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
- ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
- ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
- ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
- ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
- ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
- στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
- βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
- ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
- τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
- ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
- καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
- ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
- ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
- ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
- ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
- οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
- πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
- οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
- νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
- λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
- γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
- αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
- τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
- καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
- αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
- ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
- κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
- ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
- ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
- ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
- καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
- ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
- καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
- ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
- πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
- γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
- ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
- αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
- αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
- δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
- οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
- ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
- οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
- οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
- ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
- τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
- οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
- ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
- λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
- τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
- νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
- αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
- σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
- μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
- Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
- ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
- οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
- ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
- πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
- οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
- τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
- ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
- ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
- παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
- νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
- γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
- ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
- ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
- οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
- ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
- οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
- ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
- ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
- οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
- οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
- νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
- ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
- ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
- οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
- οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
- ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
- ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
- ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
- εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
- ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
- οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
- ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
- θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
- αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
- κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
- ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
- νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
- ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
- οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
- ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
- οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
- εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
- κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
- ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
- ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
- ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
- αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
- αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
- εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
- βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
- νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
- ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
- οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
- ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
- ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
- Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
- καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
- δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
- ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
- αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
- ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
- ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
- ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
- ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
- ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
- μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
- ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
- μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
- ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
- οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
- πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
- καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
- ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
- ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
- δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
- αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
- αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
- βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
- ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
- ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
- οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
- ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
- Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
- χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
- δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
- οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
- ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν