Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  2. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  3. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  4. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  5. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.