Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  2. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  3. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  4. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  5. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  6. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  7. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν